TLG 0304 001 :: ACTA ET MARTYRIUM APOLLONII :: Acta et martyrium Apollonii ACTA ET MARTYRIUM APOLLONII Hagiogr. Acta et martyrium Apollonii Citation: Section — (line) | ||
t | Μαρτύριον τοῦ Ἁγίου καὶ Πανευφήμου Ἀποστόλου Ἀπολλώ, τοῦ καὶ Σακκέα (Κύριε, εὐλόγησον.) | |
p | Ἐπὶ Κομόδου βασιλέως γεναμένου διωγμοῦ κατὰ τῶν Χριστιανῶν, Περέννιός τις ἦν ἀνθύπατος τῆς Ἀσίας. Ἀπολλὼς δὲ ὁ ἀπόστολος, ἀνὴρ ὢν εὐλαβής, Ἀλεξανδρεὺς τῷ γένει, φοβούμενος τὸν κύριον, συλληφθεὶς προσήχθη. | |
1 | Οὗ προσαχθέντος, Περέννιος ὁ ἀνθύπατος εἶπεν· Ἀπολλώ, Χριστιανὸς εἶ; | |
2 | Ἀπολλὼς εἶπεν· Ναί, Χριστιανός εἰμι· καὶ διὰ τοῦτο τὸν θεὸν τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς σέβομαι καὶ φοβοῦμαι. | |
3 | Περέννιος ὁ ἀνθύπατος εἶπεν· Μετανόησον, πεισθείς μοι, Ἀπολλώ, καὶ ὄμοσον τὴν τύχην τοῦ κυρίου ἡμῶν Κομόδου τοῦ αὐτοκράτορος. | |
4 | Ἀπολλὼς δὲ ὁ καὶ Σακκέας εἶπεν· Ἄκουσόν μου νουνεχῶς, Περέννιε, περὶ σεμνῆς καὶ νομίμου ἀπολογίας μέλλοντος ποιεῖσθαί σοι τὸν λόγον. ὁ μετανοῶν ἀπὸ δικαίων καὶ ἀγαθῶν καὶ θαυμασίων ἐντολῶν τοῦ θεοῦ ἀθέμιτος καὶ ἀνόσιος καὶ ἀληθῶς ἄθεός ἐστιν· ὁ | |
5 | δὲ μετανοῶν ἀπὸ πάσης ἀδικίας καὶ ἀνομίας καὶ εἰδωλολατρείας καὶ διαλογισμῶν πονηρῶν καὶ φεύγων τὰς ἀρχὰς τῶν ἁμαρτημάτων καὶ ὅλως μὴ ἐπιστρέφων ἐπ’ αὐτά, ὁ τοιοῦτος δίκαιός ἐστιν. | |
---|---|---|
5 | καὶ πίστευσον ἡμῖν, Περέννιε, ἐξ αὐτῆς τῆς ἀπολογίας ὅτι τὰς σεμνο‐ πρεπεῖς καὶ λαμπρὰς ἐντολὰς μεμαθήκαμεν ἀπὸ τοῦ λόγου τοῦ θεοῦ τοῦ γινώσκοντος πάντας τοὺς διαλογισμοὺς τῶν ἀνθρώπων. | |
6 | προσέτι δὲ καὶ μηδὲ ὅλως ὀμνύναι ἀλλ’ ἐν πᾶσιν ἀληθεύειν ὑπ’ αὐτοῦ προσ‐ τετάγμεθα· ὅρκος γὰρ μέγας ἐστὶν ἡ ἐν τῷ ναὶ ἀλήθεια, καὶ διὰ τοῦτο Χριστιανῷ ὀμνύναι αἰσχρόν· ἐκ γὰρ ψεύδους ἀπιστία, καὶ δι’ | 90 |
5 | ἀπιστίαν πάλιν ὅρκος. βούλει δὲ ὀμνύναι με ὅτι καὶ βασιλέα τιμῶμεν καὶ ὑπὲρ τοῦ κράτους αὐτοῦ εὐχόμεθα; ἡδέως ἂν ὀμόσαιμι ἀληθεύων τὸν ὄντως θεὸν τὸν ὄντα [τὸν] πρὸ αἰώνων, ὃν χεῖρες οὐκ ἐποίησαν ἀνθρώπων, τοὐναντίον δὲ αὐτὸς ἄνθρωπον ἀνθρώπων ἔταξεν βασι‐ λεύειν ἐπὶ τῆς γῆς. | |
7 | Περέννιος ὁ ἀνθύπατος εἶπεν· Ὃ λέγω σοι ποίησον καὶ μετανόησον, Ἀπολλώ, καὶ θῦσον τοῖς θεοῖς καὶ τῇ εἰκόνι τοῦ αὐτο‐ κράτορος Κομόδου. | |
8 | Ὁ δὲ Ἀπολλὼς μειδιάσας εἶπεν· Περὶ μετανοίας καὶ ὅρκου, Περέννιε, δέδωκά σοι τὴν ἀπολογίαν, περὶ δὲ θυσίας ἄκουσον· θυσίαν ἀναίμακτον καὶ καθαρὰν ἀναπέμπω κἀγὼ καὶ πάντες Χρι‐ στιανοὶ τῷ παντοκράτορι θεῷ τῷ κυριεύοντι οὐρανοῦ καὶ γῆς καὶ | |
5 | πάσης πνοῆς, τὴν δι’ εὐχῶν μάλιστα ὑπὲρ ἀσωμάτων καὶ λογικῶν εἰκόνων τῶν τεταγμένων ὑπὸ τῆς προνοίας τοῦ θεοῦ βασιλεύειν ἐπὶ τῆς γῆς. | |
9 | διὸ καθ’ ἡμέραν κατὰ πρόσταγμα δικαίας ἐντολῆς εὐχόμεθα τῷ κατοικοῦντι ἐν οὐρανοῖς θεῷ ὑπὲρ τοῦ βασιλεύοντος ἐν τῷδε τῷ κόσμῳ Κομόδου, εἰδότες ἀκριβῶς ὅτι οὐχ ὑπὸ ἄλλου τινὸς ἀλλὰ ὑπὸ μόνης τῆς τοῦ ἀνικήτου θεοῦ βουλῆς, τοῦ τὰ πάντα | |
5 | ἐνπεριέχοντος, ὡς προεῖπον, βασιλεύει ἐπὶ τῆς γῆς. | |
10 | Περέννιος ὁ ἀνθύπατος εἶπεν· Δίδωμί σοι ἡμέραν, Ἀπολλώ, ἵνα συμβουλεύσῃς σεαυτῷ περὶ τῆς ζωῆς σου. | |
11 | Καὶ μεθ’ ἡμέρας τρεῖς ἐκέλευσεν αὐτὸν ἀχθῆναι· ἦν δὲ πολὺ πλῆθος συγκλητικῶν καὶ βουλευτικῶν καὶ σοφῶν μεγάλων. καὶ κελεύσας αὐτὸν κληθῆναι εἶπεν· Ἀναγνωσθήτω τὰ ἄκτα Ἀπολλώ. καὶ ἀναγνωσθέντων αὐτῶν Περέννιος ὁ ἀνθύπατος εἶπεν· Τί συνε‐ | |
5 | βούλευσας σεαυτῷ, Ἀπολλώ; | |
12 | Ὁ δὲ Ἀπολλὼς εἶπεν· Μένειν με θεοσεβῆ, καθὼς ἐν τοῖς ἄκτοις λογισάμενος ἡμᾶς ὥρισας. | |
13 | Περέννιος ὁ ἀνθύπατος εἶπεν· Διὰ τὸ δόγμα τῆς συγκλήτου | |
συμβουλεύω σοι μετανοῆσαι καὶ σέβειν καὶ προσκυνεῖν τοὺς θεοὺς οὓς πάντες ἄνθρωποι σέβομεν καὶ προσκυνοῦμεν, καὶ ζῆν σε μεθ’ ἡμῶν. | 92 | |
14 | Ἀπολλὼς εἶπεν· Ἐγὼ μὲν τὸ δόγμα τῆς συγκλήτου γινώσκω, Περέννιε· ἐγενόμην δὲ θεοσεβὴς ἵνα μὴ σέβωμαι εἴδωλα χειροποίητα. διὸ οὐ μὴ προσκυνήσω χρυσὸν ἢ ἄργυρον ἢ χαλκὸν ἢ σίδηρον ἢ ξυλίνους καὶ λιθίνους θεοὺς ψευδωνύμους, οἵτινες οὔτε βλέπουσιν | |
5 | οὔτε ἀκούουσιν, ὅτι ἔργα τεκτόνων καὶ χρυσοχόων καὶ τορνευτῶν εἰσιν, γλυφαὶ χειρῶν ἀνθρώπων, καὶ οὐ κινηθήσονται ἀφ’ ἑαυτῶν. | |
15 | θεῷ δὲ τῷ ἐν οὐρανοῖς λατρεύω καὶ αὐτῷ μόνῳ προσκυνῶ, τῷ πᾶσιν ἀνθρώποις ψυχὴν ζῶσαν ἐνφυσήσαντι καὶ πᾶσι τὸ ζῆν καθ’ ἡμέραν ἐπαντλοῦντι. | |
16 | οὐ μὴ οὖν ταπεινώσω ἐμαυτόν, Περέννιε, οὐδὲ ὑπὸ τὰ κυλλότερα ῥίψω· αἰσχροπρεπὲς γάρ ἐστιν προσκυνεῖν ἢ τὸ ἰσότιμον ἀνθρώπων, ἢ τὸ γοῦν ἔλαττον δαιμόνων. Ἁμαρτάνουσι γὰρ ταπεινότατοι ἄνθρωποι ὅταν προσκυνοῦσι ταῦτα | |
5 | ἃ τῇ ἕξει συνέχεται, λίθου ψυχρὸν ἔκπρισμα καὶ ξύλον ξηρὸν καὶ μέταλλον ἀργὸν καὶ ὀστέα νενεκρωμένα. τίς ὁ λῆρος τῆς ἀπάτης ταύτης; | |
17 | ὁμοίως λεκάνην Αἰγύπτιοι τὴν παρὰ πολλοῖς καλου‐ μένην ποδονίπταν μετὰ ἑτέρων πολλῶν μυσερῶν προσκυνοῦσιν· τίς ὁ λῆρος τῆς ἀπαιδευσίας ταύτης; | |
18 | Ἀθηναῖοι δὲ ἔτι καὶ νῦν βοὸς κρανίον χαλκοῦν σέβουσιν, Τύχην Ἀθηναίων αὐτὸ καταφωνοῦντες, ὥστε τοῖς ἰδίοις εὔχεσθαι οὐχ οἷόν τε. ἃ μάλιστα τοῖς πεποιθόσιν αὐτοῖς ζημίαν τῇ ψυχῇ φέρειν δοκεῖ. | |
19 | τί γὰρ διαφέρει ταῦτα πηλοῦ πεφρυγμένου καὶ ὀστράκου θρυπτομένου; δαιμόνων δὲ ἀγάλ‐ μασιν εὔχονται ἃ οὐκ ἀκούουσιν ὥσπερ ἀκούομεν, οὐκ ἀπαιτοῦσιν, οὐκ ἀποδιδοῦσιν. ὄντως γὰρ αὐτῶν τὸ σχῆμα ἔψευσται· ὦτα γὰρ | |
5 | ἔχουσιν καὶ οὐκ ἀκούουσιν, ὀφθαλμοὺς ἔχουσιν καὶ οὐχ ὁρῶσιν, χεῖρας ἔχουσιν καὶ οὐκ ἐκτείνουσιν, πόδας ἔχουσιν καὶ οὐ βαδίζουσιν. τὸ γὰρ σχῆμα τὴν οὐσίαν οὐχ ὑπαλλάττει. καταγελῶν δέ μοι δοκεῖ καὶ Σωκράτης Ἀθηναίων τὴν πλάτανον ὀμνύναι ξύλον τὸ ἄγριον. | |
20 | ἄνωθε πάλιν δεύτερον εἰς οὐρανοὺς ἁμαρτάνουσιν ἄνθρωποι ὅταν προσκυνοῦσιν αὐτοὶ ταῦτα ἃ τῇ φύσει συνέχεται, τὸ κρόμμυον καὶ τὸ σκόροδον τῶν Πηλουσίων θεούς, ἅτινα πάντα εἰς κοιλίαν χωρεῖ καὶ εἰς ὀχετὸν ἐκβάλλεται. | 94 |
21 | ἄνωθε τρίτον εἰς οὐρανὸν ἁμαρτάνουσιν ἄνθρωποι, ὅταν προσκυνοῦσιν αὐτοὶ ταῦτα ἃ τῇ αἰσθήσει συνέχεται, ἰχθὺν καὶ περιστεράν, Αἰγύπτιοι κύνα καὶ κυνοκέφαλον, κροκόδει‐ λον καὶ βοῦν, ἀσπίδα καὶ λύκον, τῶν ἰδίων ἀπεικόνισμα τρόπων. | |
22 | ἄνωθε τέταρτον εἰς οὐρανοὺς ἁμαρτάνουσιν ἄνθρωποι, ὅταν προσκυνοῦσιν αὐτοὶ ταῦτα ἃ τῷ λόγῳ συνέχεται, ἀνθρώπους, δαί‐ μονας ὄντας τῇ ἐνεργείᾳ· θεοὺς λέγουσιν τοὺς ὄντας τὸ πρὶν ἀνθρώ‐ πους, ὡς ἐξελέγχουσιν οἱ παρ’ αὐτοῖς μῦθοι. Διόνυσον γάρ φασιν | |
5 | διασπώμενον καὶ Ἡρακλέα ἐπὶ πυρὸς ἀγόμενον ζῶντα, τὸν δὲ Δία θαπτόμενον ἐν Κρήτῃ· οἷσπερ ἀκολούθως συνεζήτηται τὰ γεννήματα διὰ τοὺς μύθους, ὧν καὶ αὐτὰ τὰ ὀνόματα γινώσκεται. διὰ τὸ δυσσεβὲς αὐτῶν μάλιστα παραιτοῦμαι. | |
23 | Περέννιος ὁ ἀνθύπατος εἶπεν· Ἀπολλώ, τὸ δόγμα τῆς συγ‐ κλήτου ἐστὶν Χριστιανοὺς μὴ εἶναι. | |
24 | Ἀπολλὼς δὲ ὁ καὶ Σακκέας εἶπεν· Ἀλλ’ οὐ δύναται νικηθῆναι τὸ δόγμα τοῦ θεοῦ ὑπὸ δόγματος ἀνθρωπίνου· ὅσῳ γὰρ τοὺς εἰς αὐτὸν πεποιθότας ἀδίκως ἀποκτέννουσιν ἀκρίτως τοὺς μηδὲν ἀδικοῦν‐ τας, τοσούτῳ μᾶλλον πλῆθος ὑπὸ τοῦ θεοῦ μηκύνεται. | |
25 | γινώσκειν δέ σε θέλω, Περέννιε, ὅτι καὶ ἐπὶ βασιλεῖς καὶ ἐπὶ συγκλητικοὺς καὶ ἐπὶ τοὺς ἔχοντας ἐξουσίαν πολλὴν καὶ ἐπὶ πλουσίους καὶ πτωχοὺς καὶ ἐλευθέρους καὶ δούλους καὶ μεγάλους καὶ μικροὺς καὶ σοφοὺς καὶ | |
5 | ἰδιώτας ἕνα θάνατον ὥρισεν ὁ θεὸς ἐπὶ πάντων καὶ δίκην μετὰ θάνατον ἔσεσθαι ἐπὶ πάντας ἀνθρώπους. | |
26 | διαφορὰ δέ ἐστιν θανάτου· διὰ τοῦτο οἱ τοῦ καθ’ ἡμᾶς λόγου μαθηταὶ καθ’ ἡμέραν ἀποθνήσκουσι ταῖς ἡδοναῖς, κολάζοντες τὰς ἐπιθυμίας δι’ ἐγκρα‐ τείας, βουλόμενοι κατὰ τὰς θείας ζῆν ἐντολάς. καὶ πίστευσον ἡμῖν | |
5 | ἀληθῶς, Περέννιε, ὅτι μὴ ψευδόμεθα· ἔστιν γὰρ οὐδ’ ἓν μόριον ἡδονῆς ἀκολάστου παρ’ ἡμῖν. πᾶσαν δὲ μᾶλλον αἰσχρὰν θέαν ἐξορί‐ ζομεν ἐξ ὀφθαλμῶν κολάκων ὅπως ἄτρωτος ἡμῶν 〈ἡ ψυχὴ〉 διαμείνῃ. | 96 |
27 | τοιαύτῃ δὲ προαιρέσει τοῦ βίου χρώμενοι, ἀνθύπατε, οὐ χαλεπὸν ἡγούμεθα τὸ θνήσκειν διὰ τὸν ὄντως θεόν· αὐτὸ γὰρ ὃ ἐσμὲν διὰ θεὸν ἐσμέν. διὰ τοῦτο καὶ πάντα καρτεροῦμεν ἵνα μὴ κακῶς ἀποθάνω‐ μεν. | |
28 | εἴτε γὰρ ζῶμεν εἴτε ἀποθνήσκομεν, τοῦ κυρίου ἐσμέν. δύναται δὲ πολλάκις καὶ δυσεντερία καὶ πυρετὸς ἀποκτεῖναι· νομίσω οὖν ὡς ὑφ’ ἐνὸς τούτων ἀναιρεῖσθαι. | |
29 | Περέννιος ὁ ἀνθύπατος εἶπεν· Τοῦτο κεκρικώς, Ἀπολλώ, ἡδέως ἀποθνήσκεις; | |
30 | Ἀπωλλὼς εἶπεν· Ἡδέως μὲν ζῶ, Περέννιε, οὐ μέντοι δεδοικὼς τὸν θάνατον διὰ τὴν πρὸς τὸ ζῆν φιλίαν. οὐδὲν γὰρ ζωῆς τιμιώτερον, ζωῆς δὲ τῆς αἰωνίου, [ζωῆς] ἥτις ἐστὶν ἀθανασία τῆς ἐν τῷδε τῷ βίῳ καλῶς βεβιωκυίης ψυχῆς. | |
31 | Περέννιος ὁ ἀνθύπατος εἶπεν· Οὐκ οἶδα τί λέγεις οὐδὲ ἐπίσταμαι περὶ ὧν νομικῶς ἀπαγγέλλεις μοι. | |
32 | Ἀπολλὼς εἶπεν· Τί οὖν σοι καὶ συμπαθῶ ἐγὼ οὕτως ἀνοήτῳ ὄντι περὶ τὰ καλὰ τῆς χάριτος; βλεπούσης γὰρ καρδίας ἐστίν, Περέννιε, ὁ λόγος τοῦ κυρίου ὡς βλεπόντων ὀφθαλμῶν τὸ φῶς. ἐπεὶ οὐδὲν ὠφελεῖ ἄνθρωπος ἀνοήτοις προσφθεγγόμενος, ὡς οὐδὲ τὸ | |
5 | φῶς ἀνατέλλον τυφλοῖς. | |
33 | Κυνικὸς δέ τις φιλόσοφος εἶπεν· Ἀπολλώ, σεαυτῷ λοιδοροῦ. πολὺ γὰρ πεπλάνησαι κἂν δοκῇς σκοτεινόλογος εἶναι. | |
34 | Ἀπολλὼς εἶπεν· Ἐγὼ μεμάθηκα εὔχεσθαι, οὐ λοιδορεῖν. ὁμολογεῖ δὲ ἡ ὑπόκρισις ἡ ἐν σοὶ τὴν ἀβλεψίαν τῆς καρδίας σου, εἰ καὶ προελεύσει εἰς πλῆθος ἀργολογίας· τοῖς γὰρ ἀνοήτοις ἡ ἀλήθεια ὄντως λοιδορία νομιστέα. | |
35 | Περέννιος ὁ ἀνθύπατος εἶπεν· Ἴσμεν καὶ ἡμεῖς ὅτι ὁ λόγος τοῦ θεοῦ γεννήτωρ καὶ ψυχῆς καὶ σώματός ἐστιν τῶν δικαίων, ὁ λογώσας | |
καὶ διδάξας ὡς φίλον ἐστὶν τῷ θεῷ. | 98 | |
36 | Ἀπολλὼς εἶπεν· Οὗτος ὁ σωτὴρ ἡμῶν Ἰησοῦς Χριστὸς ὡς ἄνθρωπος γενάμενος ἐν τῇ Ἰουδαίᾳ κατὰ πάντα δίκαιος καὶ πε‐ πληρωμένος θείᾳ σοφίᾳ φιλανθρώπως ἐδίδαξεν ἡμᾶς τίς ὁ τῶν ὅλων θεὸς καὶ τί τέλος ἀρετῆς ἐπὶ σεμνὴν πολιτείαν ἁρμόζων πρὸς τὰς τῶν | |
5 | ἀνθρώπων ψυχάς· ὃς διὰ τοῦ παθεῖν ἔπαυσεν τὰς ἀρχὰς τῶν ἁμαρ‐ τιῶν. | |
37 | ἐδίδαξεν γὰρ θυμὸν παύειν, ἐπιθυμίαν μετρεῖν, ἡδονὰς κολάζειν, λύπας ἐκκόπτειν, κοινωνικοὺς γίνεσθαι, φιλίαν αὔξειν, κενοδοξίαν καθαίρειν, πρὸς ἄμυναν ἀδικούντων μὴ τρέπεσθαι, διὰ τὸν τῆς δίκης θεσμὸν θανάτου καταφρονεῖν, οὐ διὰ τὸ ἀδικεῖν ἀλλὰ | |
5 | διὰ τὸ ἀνέχεσθαι ἀδικουμένους, ἔτι δὲ νόμῳ τῷ ὑπ’ αὐτοῦ δοθέντι πείθεσθαι, βασιλέα τιμᾶν, θεὸν σέβειν μόνον [ἀθάνατον], ψυχὴν ἀθάνατον πιστεύειν, δίκην μετὰ θάνατον πεπεῖσθαι, γέρας πόνων ἀρετῆς μετὰ τὴν ἀνάστασιν ἐλπίζειν παρὰ θεοῦ δοθησομένην τοῖς εὐσεβῶς βιώσασιν. | |
38 | Ταῦτα διδάξας ἡμᾶς ἐνεργῶς καὶ πείσας μετὰ πολλῆς ἀπο‐ δείξεως δόξαν μὲν αὐτὸς ἀρετῆς μεγάλην ἀπηνέγκατο, ἐφθονήθη δὲ πρὸς τῶν ἀπαιδεύτων, καθ’ ἃ καὶ οἱ πρὸ αὐτοῦ δίκαιοί τε καὶ φιλόσοφοι· οἱ γὰρ δίκαιοι τοῖς ἀδίκοις ἄχρηστοι. | |
39 | καθ’ ἃ καὶ λόγος τις ἄφρονας ἀδίκως εἰπεῖν· Δήσωμεν τὸν δίκαιον ὅτι δύσχρηστος ἡμῖν ἐστιν. | |
40 | καὶ τῶν παρ’ Ἕλλησιν δέ τις, ὡς ἀκούομεν· Ὁ δὲ δίκαιος, φησίν, μαστιγωθήσεται, στρεβλωθήσεται, δεθήσεται, ἐκκαυθήσεται τὼ ὀφθαλμώ, τελευτῶν πάντα τὰ κακὰ παθὼν ἀνασκολοπισθήσεται. | |
41 | ὥσπερ οὖν Σωκράτους οἱ Ἀθηναῖοι συκοφάνται ἀδίκως κατεψηφίσαντο, πείσαντες καὶ τὸν δῆμον, οὕτως καὶ τοῦ καθ’ ἡμᾶς διδασκάλου τε καὶ σωτῆρος ἔνιοι τῶν πανούργων κατεψηφίσαντο δήσαντες αὐτόν, ὥσπερ καὶ τοὺς προφήτας, οἵτινες | |
5 | πολλὰ προεῖπον ἔνδοξα περὶ τοῦ ἀνδρός, ὅτι τοιοῦτός τις ἀφίξεται πάντα δίκαιος καὶ ἐνάρετος, ὃς εἰς πάντας εὐποιήσας ἀνθρώπους ἐπ’ ἀρετῇ πείσει σέβειν τὸν πάντων θεόν, ὃν ἡμεῖς φθάσαντες τιμῶμεν, ὅτι ἐμάθομεν σεμνὰς ἐντολάς, ἃς οὐκ ᾔδειμεν, καὶ οὐ πεπλανήμεθα. | |
42 | εἰ δὲ καὶ πλάνη τις εἴη τοιαύτη ὡς καθ’ ὑμᾶς ἡ λέγουσα ψυχὴν μὲν ἀθάνατον, δίκην δὲ μετὰ θάνατον καὶ γέρας ἀρετῆς ἐν τῇ ἀναστάσει καὶ θεὸν δικαστήν, ἡδέως ἂν τὴν τοιαύτην ἀπάτην ἀποφερόμεθα, δι’ ἧς μάλιστα τὸ καλῶς βιοῦν μεμαθήκαμεν, τὴν | 100 |
5 | μέλλουσαν ἐλπίδα ἀπεκδεχόμενοι, καίτοι τὰ ἐναντία πάσχοντες. | |
43 | Περέννιος ὁ ἀνθύπατος εἶπεν· Ἐνόμιζόν σε, Ἀπολλώ, τὸ λοιπὸν μεταβεβλῆσθαι τῆς τοιαύτης προαιρέσεως καὶ σέβειν μεθ’ ἡμῶν τοὺς θεούς. | |
44 | Ἀπολλὼς εἶπεν· Ἐγὼ ἤλπιζον, ἀνθύπατε, τοὺς εὐσεβεῖς διαλογισμούς σοι παρεῖναι καὶ πεφωτίσθαι σοῦ τοὺς τῆς ψυχῆς ὀφθαλμοὺς διὰ τῆς ἀπολογίας μου, ὥστε τὴν καρδίαν σου καρπο‐ φοροῦσαν θεὸν τὸν ποιητὴν πάντων σέβειν τούτῳ τε καθ’ ἡμέραν δι’ | |
5 | ἐλεημοσυνῶν καὶ φιλανθρώπου τρόπου τὰς εὐχὰς ἀναπέμπειν μόνῳ θυσίαν ἀναίμακτον καὶ καθαρὰν τῷ θεῷ. | |
45 | Περέννιος ὁ ἀνθύπατος εἶπεν· Θέλω σε ἀπολῦσαι, Ἀπολλώ, κωλύομαι δὲ ὑπὸ τοῦ δόγματος Κομόδου τοῦ αὐτοκράτορος. πλὴν φιλανθρώπως χρήσομαί σοι ἐν τῷ θανάτῳ. καὶ ἔδωκεν σίγνον κατ’ αὐτοῦ κατεαγῆναι τοῦ μάρτυρος τὰ σκέλη. | |
46 | Ἀπολλὼς δὲ ὁ καὶ Σακκέας εἶπεν· Εὐχαριστῶ τῷ θεῷ μου, Περέννιε ἀνθύπατε, σὺν πᾶσι τοῖς ὁμολογήσασι θεὸν παντοκράτορα καὶ τὸν μονογενῆ αὐτοῦ υἱὸν Ἰησοῦν Χριστὸν καὶ τὸ ἅγιον πνεῦμα, καὶ περὶ τῆσδε τῆς ἐμοὶ σωτηριώδους ἀποφάσεώς σου. | |
47 | Τοιοῦτον τέλος ἔνδοξον μαρτυρίου νηφούσῃ ψυχῇ καὶ προθύμῳ καρδίᾳ ἐνήρξατο ὁ ἁγιώτατος ἀθλοφόρος οὗτος ὁ καὶ Σακκέας. ἡ δὲ κυρία τῶν ἡμερῶν καθ’ ἣν παλαίσας τῷ πονηρῷ τὸ βραβεῖον τῆς νίκης ἐκομίσατο σήμερον ἐνέστηκεν. δεῦρο τοίνυν τοῖς ἐκείνου | |
5 | καλοῖς ἀνδραγαθήμασιν, ἀδελφοί, τὴν ἑαυτῶν ψυχὴν εἰς πίστιν ἐπιρρώσαντες ἐραστὰς ἑαυτοὺς τῆς τοιαύτης χάριτος καταστήσωμεν δι’ ἐλέους καὶ χάριτος Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ θεῷ καὶ πατρὶ σὺν ἁγίῳ πνεύματι δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. | |
ἀμήν. | 102 | |
10 | Ἐμαρτύρησεν ὁ τρισμακαριώτατος Ἀπολλὼς ὁ καὶ Σακκέας πρὸ ἕνδεκα καλανδῶν Μαΐου κατὰ Ῥωμαίους, κατὰ δὲ Ἀσιανοὺς μηνὸς ὀγδόου, κατὰ δὲ ἡμᾶς βασιλεύοντος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, | |
ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. | 104 |